Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 15.1 | Dem. 15.3 (English) | >>Dem. 15.6 |
15.1οἶμαι δεῖν , ὦ ἄνδρες Ἀθηναῖοι , περὶ τηλικούτων βουλευομένους διδόναι παρρησίαν ἑκάστῳ τῶν συμβουλευόντων . ἐγὼ δʼ οὐδεπώποθʼ ἡγησάμην χαλεπὸν τὸ διδάξαι τὰ βέλτισθʼ ὑμᾶς (ὡς γὰρ εἰπεῖν ἁπλῶς , ἅπαντες ὑπάρχειν ἐγνωκότες μοι δοκεῖτε ), ἀλλὰ τὸ πεῖσαι πράττειν ταῦτα · ἐπειδὰν γάρ τι δόξῃ καὶ ψηφισθῇ , τότʼ ἴσον τοῦ πραχθῆναι ἀπέχει ὅσονπερ πρὶν δόξαι .
15.2ἔστι μὲν οὖν ἓν ὧν ἐγὼ νομίζω χάριν ὑμᾶς τοῖς θεοῖς ὀφείλειν , τὸ τοὺς διὰ τὴν αὑτῶν ὕβριν ὑμῖν πολεμήσαντας οὐ πάλαι νῦν ἐν ὑμῖν μόνοις τῆς αὑτῶν σωτηρίας ἔχειν τὰς ἐλπίδας . ἄξιον δʼ ἡσθῆναι τῷ παρόντι καιρῷ · συμβήσεται γὰρ ὑμῖν , ἐὰν ἃ χρὴ βουλεύσησθʼ ὑπὲρ αὐτοῦ , τὰς παρὰ τῶν διαβαλλόντων τὴν πόλιν ἡμῶν βλασφημίας ἔργῳ μετὰ δόξης καλῆς ἀπολύσασθαι .
15.3ᾐτιάσαντο μὲν γὰρ ἡμᾶς ἐπιβουλεύειν αὑτοῖς Χῖοι καὶ Βυζάντιοι καὶ Ῥόδιοι , καὶ διὰ ταῦτα συνέστησαν ἐφʼ ἡμᾶς τὸν τελευταῖον τουτονὶ πόλεμον · φανήσεται δʼ ὁ μὲν πρυτανεύσας ταῦτα καὶ πείσας Μαύσωλος , φίλος εἶναι φάσκων Ῥοδίων , τὴν ἐλευθερίαν αὐτῶν ἀφῃρημένος , οἱ δʼ ἀποδείξαντες ἑαυτοὺς συμμάχους Χῖοι καὶ Βυζάντιοι τοῖς ἀτυχήμασιν αὐτῶν οὐ βεβοηθηκότες ,
15.4ὑμεῖς δʼ , οὓς ἐφοβοῦντο , μόνοι τῶν πάντων τῆς σωτηρίας αὐτοῖς αἴτιοι . ἐκ δὲ τοῦ ταῦθʼ ὑφʼ ἁπάντων ὀφθῆναι ποιήσετε τοὺς πολλοὺς ἐν ἁπάσαις ταῖς πόλεσι τοῦτο ποιεῖσθαι σύμβολον τῆς αὑτῶν σωτηρίας , ἐὰν ὑμῖν ὦσι φίλοι · οὗ μεῖζον οὐδὲν ἂν ὑμῖν γένοιτʼ ἀγαθόν , ἢ παρὰ πάντων ἑκόντων ἀνυπόπτου τυχεῖν εὐνοίας .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 15.1 | Dem. 15.3 (English) | >>Dem. 15.6 |